The art of weaving and the gifts of the goddess Ergane, Spiders neither know nor require: For what should such a Creature doe with woven garments? The web is onely spred as a net for such things as fall into it, whilest she standing still, immovable, keeps watch: Whatsoever falls in she eats; it being as much as the web can hold, is enough to satisfie her hunger.
Ὑφαντικὴν καὶ ὑφαίνειν, [καὶ] δῶρα Ἐργάνης δαίμονος, οὔτε ἴσασιν αἱ φάλαγγες οὔτε εἰδέναι βούλονται. ἢ τί ποτ᾿ ἂν καὶ χρήσαιτο τῷ τοιῷδε ἐσθήματι τὸ τοιοῦτον θηρίον; τὸ δὲ ἄρα ⟨***⟩ πάγη καὶ οἱονεὶ κύρτος ἐστὶ τοῖς ἐμπίπτουσι. καὶ ἡ μὲν ἀρκυωρεῖ πάνυ σφόδρα ἀτρεμοῦσα, καὶ ἔοικεν ἀκινήτῳ· καὶ τὸ μὲν ἐνέπεσεν, ὅ τί ποτέ ἐστι τὸ ἐμπεσόν, ἡ δὲ ἔχει δαῖτα. τοσοῦτον δ᾿ ἐμπίπτει, ὅσον καὶ τὸ ὕφασμα κατέχειν δυνατόν ἐστι καὶ ἐκείνῃ δειπνεῖν ἀπόχρη.
Original text (Ancient Greek)